• ΕΠΙΚΑΙΡΟΤΗΤΑ

    Τετάρτη 15 Αυγούστου 2012

    Ὁ τάφος τῆς Παναγίας στὴν Γεθσημανὴ

    Ῥωμαίϊκο Ὁδοιπορικό
    Στὴ φωτογραφία παρατηροῦμε τὸ ἀκριβὲς σημεῖο ὁπού τοποθετήθηκε τὸ Τίμιο λείψανο τῆς Ὑπεραγίας Θεοτόκου, ὅπου καὶ τὸ προσκύνησαν οἱ Ἀπόστολοι λίγο πρὶν τὴν ἀναληψή της στοὺς οὐρανούς.  Ἂς γεμίσουμε τὶς ἐκκλησίες μας αὔριο καὶ ἂς ψάλλουμε ὅλοι μαζὶ τὰ ἐγκώμια τῆς Πανάγιάς μας! Διαβάστε παρακάτω ἐπιλογὲς ἀπὸ τὰ ἐγκώμια

    ΣΤΑΣΙΣ Α'
    Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασαἀφράστως ἐπὶ γῆς.
     Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.
     Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.
     Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς....

     θανόντας παραβάσει τὸν Ἀδάμ.
     Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.
     Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.
     Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας, ἀξιώσαι ἐφροσύνης ἀληθῶς.

    ΣΤΑΣΙΣ Β'
    Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
    Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.
     Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας, Ἄχραντε ἀσπόρως γεννήσασα, καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.
     Ὅλον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου, θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν, ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.
     Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ, ἐκ τοῦ ὕψους θείας ἀνατολῆς, ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.
     Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ, σθένουσιν ἀξίως ὑμνήσαι σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.
     Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε, ἄσπιλα Θεῶ διετήρησας, δι’ ὃ κάλλους ἠράσθη ὁ Χριστός.
     Τόμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος, βίβλῳ τῆς ζωῆς ὑμνούντας σε, ἐγγραφῆναι καθικέτευε Ἁγνή.

    ΣΤΑΣΙΣ ΤΡΙΤΗ
     Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
     Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.
     Νέκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.
     Ξένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.
     Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.
     Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.
     Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.
     Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.
     Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τάς θείας ἀρετάς σου.
    Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.
     Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.







    Δεν υπάρχουν σχόλια:

    Δημοσίευση σχολίου

    ΠΡΟΣΟΧΗ: Οι απόψεις των αναρτήσεων δεν ταυτίζονται υποχρεωτικά με τις δικές μας.

    Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

    ΔΙΑΦΟΡΑ

    ΠΕΡΙΒΑΛΛΟΝ

    Από το Blogger.

    ΣΕΝΑΡΙΑ